[Verse]
Δεῦρ′ ἄγ' ἰών, πολύαιν′ Ὀδυσεῦ, μέγα κῦδος Ἀχαιῶν
Νῆα κατάστησον, ἵνα νωϊτέρην ὄπ' ἀκούσῃς
Οὐ γάρ πώ τις τῇδε παρήλασε νηῒ μελαίνῃ
Πρίν γ' ἡμέων μελίγηρυν ἀπὸ στομάτων ὄπ′ ἀκοῦσαι
Ἀλλ′ ὅ γε τερψάμενος νεῖται καὶ πλείονα εἰδώς
Ἴδμεν γάρ τοι πάνθ' ὅσ′ ἐνὶ Τροίῃ εὐρείῃ
Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν
Ἴδμεν δ' ὅσσα γένηται ἐπὶ χθονὶ πουλυβοτείρῃ
[Hook]
Δεῦρ′ ἄγ' ἰών